ἐσθίειν ἐπιχειρῶν οὐχ οἷός τε ἦν, καθεύδειν βουλό- μενος οὐκ ἠδυνάμην, φίλων ἀκούων παραμυθουμένων 1 2 3 οὐ γίνομαι ῥᾴων. πολλὰ βουλευσάμενος ὑπὲρ ἀπαλλα- γῆς μίαν μόνην εὗρον τὸ κώνειον. οὗ μετάδοτέ μοι, πρὸς θεῶν, καὶ μή με ἀναγκάσητε ζῆν οὐ δυνάμενον.
νόσημά σε κατέχον κρεῖττον ἰατρικῆς ἢ τοὺς παῖδας ἀπολωλεκὼς ἢ τὴν οὐσίαν ὅλην. ταῦτα γὰρ οἴει με, βέλτιστε, μόνα πείθειν ἐρᾶν θανάτου, τἄλλα δὲ εἶναι πάντα τοῖς ἀνθρώποις φορητά; οὐκ οἶσθ’ ὅτι καὶ τούτων αὐτῶν τὸ μὲν ὁ δεῖνά γε ἤνεγ-
κεν, ἄλλο δὲ ἄλλος, καὶ πάλιν ὅ τι περ ἑτέρῳ δεινόν, 4 | τοῦτο τῷ δεῖνι κοῦφον; οἷον ὁ μὲν παῖδας ἀποβαλὼν ἧκεν ἐπὶ τὸ κώνειον οὐδὲν τοιοῦτον πε- ποιηκὼς πρὸς τὰς τοῦ σώματος τύχας, ὁ δὲ παίδων στερηθεὶς εἴλετο μὲν ζῆν, κρατουμένου δὲ αὐτῷ τοῦ
σώματος ὑπὸ νοσημάτων κωνείου τὸν καιρὸν ἐνόμισεν.
τέλους δὲ ἁμαρτών, ὁ ζῶν ἐν οἷσπερ ἐγὼ καὶ φροντίζων ἀργυρίου περὶ τοῦτο βλαβείς.
Declamatio 31. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.