ποτέρων ὢν ταῦτα νομοθετεῖς; τῶν ἐξαίφνης καὶ αὐτὸς πεπλουτηκότων; εἰκότως ἄρα σεμνολογῇ τῆς ἐμῆς πλη- γῆς ἀφεστηκώς. ἐν γὰρ ἀλλοτρίοις κακοῖς οὐ χαλεπὸν 1 2 3 πορίσασθαι λόγους εὐπρεπεῖς. ἀλλὰ καὶ αὐτὸς εἷ πέ- νης καὶ τῶν ἑτέρους μακαριζόντων; τὸ λαβεῖν οὖν κώνειον ζητεῖν ἀφεὶς ὅπως τὸν βουλόμενον κωλύσεις λαβεῖν μηχανᾷ καὶ δέον προτρέπειν ἀνείργεις καὶ δέον μιμεῖσθαι μεταπείθεις; ἀργότατε ἀνθρώπων, οὐ κοινω-
νήσεις τῆς ἀποδημίας; οὐκ ἔσῃ μοι συμπότης; οὐκ ἀπαλλάξῃ τουτωνὶ τῶν ἀποβλεπομένων;
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.