τῇ περὶ ταῦτα δόξῃ πλέον ἢ τῷ τύπῳ τῶν μορφῶν οὔτε τῶν αὐτῶν ὧς καλῶν ἐπιθυμοῦντες οὔτε τοῖς αὐτοῖς ὡς δεινοῖς ἀνιώμενοι. οἷον ὁ μὲν ἐρᾷ τοῦ δύ- νασθαι | λέγειν καὶ τἄλλ’ αὐτῷ μικρά, τῷ δὲ τὸ 1 κρατεῖν ἐν μάχαις μέγα καὶ τῶν ἄλλων οὐδεὶς λόγος.
ὁ μὲν ἐπιθυμεῖ τῶν ἐκ γῆς καρπῶν καὶ φρίττει τὴν θάλατταν, τῷ δὲ τὸ πλεῖν ἥδιον τοῦ περὶ τὴν γῆν 2 3 4 5 ταλαιπωρεῖν. ἕτερος ἥττων χρημάτων καὶ τὰ λοιπά γέλως, τῷ δὲ μία σπουδὴ στέφανον ἐξ Ὀλυμπίας λαβεῖν καὶ πᾶς αὐτῷ χρυσός, εἰ πρὸς τὸν κότινον ἐξετάζοιτο, φαῦλος.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.