ἔστιν ἀντὶ τοῦ ξίφους φάρμακον δημοσίᾳ πινό- μενον. τοῦτ’ αἰτήσειν ἔφην. τοῦτ’ αἰτῶ νῦν. δότε δὴ 2 3 4 5 6 καὶ λύσατέ με τῆς χαλεπῆς θέας τῶν τοῦ γείτονος ἀγαθῶν.
ἀνθρωπίνων κακῶν καὶ ὡς τὰ μὲν ἀφόρητα καὶ δεῖ φαρμάκου, τὰ δ’ ἀνεκτά, καὶ πολλῆς ἀνοίας ἀντὶ τοῦ φέρειν ἐπὶ τὸ κώνειον τρέχειν. οἶον λελώβηταί σοι τὸ σῶμα καὶ οὐκ ἂν ἔχοις αὐτῷ κεχρῆσθαι. προσιὼν ἀπόθνησκε. λόγον ὁ θάνα-
τος ἔχει. πλῆθός σοι παίδων ἀπήνεγκε νόσος καὶ πέπτωκας εἰς ἀπαιδίαν. πάλιν βουλομένῳ τελευτᾶν ἐναντιοῦσθαι περίεργον. εἰ δέ τις πλουτεῖ μηδὲν τῶν σῶν ἀφῃρημένος, ποῦ σῶ- φρον ἐπὶ τούτῳ θανατᾶν; εἰπέ μοι.
Declamatio 30. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.