ᾐσχύνου ἐμοὶ διαφερόμενος ὑπὲρ τῶν ἀχαρί- στων Ἀθηναίων; ἥκεις εἰς Μακεδονίαν, εἰς Πέλλαν, ὅθεν οὐδὲ ἀνδράποδον <σπουδαῖον>. ἐμοί σε ὁ δῆμος τῶν Ἀθηναίων ἔδωκε. τί σε ἐργάσομαι; πῶς σοι χρήσομαι; ὡς τύραννος, ὡς
λῃστής; οὔκ εἰμι τοιοῦτος οἷον ἔλεγες. οὐκ ἀναμίξω σε τοῖς Ὀλυνθίων αἰχμαλώτοις οὐδὲ ἀριθμήσω σε μετὰ τῶν ἀπὸ Χαιρωνείας ἐαλω- κότων οὐδὲ Ἀτρεστίδᾳ σε χαριοῦμαι 1 ἤ τινι τῶν ξένων τῶν ἐμῶν. ἀποκόψω σου
τὴν γλῶτταν; Θρᾳκός ἐστι τυράννου τοῦτο 2 3 4 ἔργον ἀπολέσαι γλῶτταν Ἀττικήν, ἐγὼ δέ, κἂν ὀργίζωμαί σοι, τοὺς λόγους σου φιλῶ καὶ τὴν τραυλίζουσαν ἐκείνην γλῶτταν ἐπαινῶ πρὸ τῆς Αἰσχίνου καὶ Δημάδου. ἀλλ’ ἀποκτείνω σε
κἀγὼ ὅμοιος Ἀθηναίοις γένωμαι; θάρρησον. οὐκ ἄν τι κακὸν παρ’ ἡμῶν πάθοις.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.