Μακεδονίᾳ, πολλοὺς παρ’ ἡμῖν ἔχεις πολίτας, Ἀριστόδημον, Καλλίαν, τὸν Φρύνωνος υἱόν. ἐγώ σοι καὶ οἶκον δίδωμι. δώσω <δὲ> καὶ παρ’ ἡμῖν ἀρκοῦσαν καὶ ἔσῃ παρ’ ἐμοὶ μέγας, ὡς Πυθὼν, ὡς Χαρίδημος, ὡς ἕτεροι ξένοι. παραδί-
δωμί σοι τὸν Ἀλέξανδρον μαθητήν. παίδευέ μοι μετὰ Ἀριστοτέλους τὸν υἱόν. εἰ δὲ καὶ τοῦ δημη- γορεῖν ἡττώμενος εἶ, πρεσβεύσεις ὑπὲρ ἡμῶν εἰς Θετταλίαν, εἰς Βοιωτίαν, εἰς Ἀρκαδίαν, εἰς 1 2 3 Θήβας, εἰς αὐτὰς τὰς Ἀθήνας, ἐὰν ἐθέλῃς. εἰ δὲ ἑτέρωσέ ποι βαδιῇ, μνημόνευσον ὅθεν ἄπει, τίς ἀφίησί σε. ἐγὼ μέν σοι σωτηρίας οὐκ ἐφθό- νησα, ἐφείσθω δὲ καὶ σοὶ σώζειν σεαυτόν.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.