μᾶλλον δέ, ἀπωλλύμην, βασιλικῶς δὲ καὶ μεγαλοπρε- πῶς, Αἰσχίνη φίλτατε, ἄκουε γὰρ ὡς τὰ μὲν ὠνείδισε, τὰ δὲ ἤλεγξεν, ἔδρασε δὲ κακὸν οὐδέν. χαῖρε, εἶπε, Δημόσθενες. τί ταῦτα; πῶς ἥκεις; τίς ἔπεμψέ σε; πρεσβεύων ἥκεις; Ἀμφίπολιν ἀπαιτήσων;
πάλιν ἡμῖν ἐνοχλήσων; ἀλλ’ Ἀθηναῖοί σε ἐκδε- δώκασιν; ὑπὲρ ὧν ἐβόας; ὑπὲρ ὧν ἡμῖν ἐπολέ- 1 2 3 μεὶς; τί σε ὤνησεν ὁ Μαράθων; τί δὲ ἡ Σαλα- μίς; τί δὲ τὰ ὑπὲρ Χαλκιδέων, τί δὲ τὰ ὑπὲρ Βυζαντίων καὶ Φωκέων ψηφίσματα; τί δὲ αἰ δημηγορίαι αἱ μακραί; τί δ’ οἱ ἀπόστολοι καὶ τριηραρχίαι καὶ τὰ πολλὰ πολιτεύματα;
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.