φροσύνη μὲν οὖν ἦν καὶ τὸ πρὸς ἄλλον τινὰ πολέμου καὶ ἀγῶνος συνεστηκότος αὑτὸν εἰς τὰ κοινὰ διδόναι, ἐγὼ δ’ ὁ πάντων ῥᾷστος καὶ Φιλίππῳ διαφέρεσθαι καὶ πολεμεῖν ἐπήρθην καὶ τὸν δῆμον ἔπειθον, ὁπότε τι τῶν κοινῶν ἢ τῶν Ἑλληνικῶν ὁρῴην ἐλαττούμενον,
τολμᾶν ἐναντία πράττειν τῷ βασιλεῖ τῷ καλῷ καὶ ἀγαθῷ καὶ παντὸς μᾶλλον Ἕλληνι καὶ δικαίῳ Φιλίππῳ. Ἑλλὴν γάρ, Ἕλλην, Ἀργεῖος ὡς ἀληθῶς, Τημενίδης, Ἡρακλείδης. ἔργῳ ταῦτα δηλοῖ.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.