τάξεων οὔτε πρὸς τὴν τῶν χρημάτων διοίκησιν ἀπέ- κλινα καὶ τὰς ἐπ’ αὐτῇ πλεονεξίας οὔτε πρὸς τὰς εἰσαγγελίας καὶ φάσεις καὶ τὰ τῶν ἄλλων δη- μεύων καὶ νέμων τῷ δήμῳ τι δοκεῖν χαρίζεσθαι οὔτε ἄλλο τι Ι τῶν ἰδίων καὶ τῶν ἵξω φθόνου πραγ- 1 μάτων, ἀλλ’ αὐτῶν τῶν Ἑλληνικῶν ῥήτωρ ἐγενόμην
μεῖζον μὲν ἢ κατ’ ἐμαυτὸν ἀράμενος φορτίον καὶ τυχὸν καὶ τὴν πόλιν αὐτὴν παρὰ δύναμιν φιλοτι- μεῖσθαι παρακαλῶν. οὐ μὴν ἠξίουν πρὸς ἄλλο τι τὸν Ἀθηναίων δῆμον ἀφορᾶν ἢ τὸν τούτων σύμβουλον
2 3 4 5 ἀπευθύνειν ἑαυτὸν ἢ τὴν ἐλευθερίαν καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν καὶ τὴν δόξαν τὴν ἀγαθὴν ἐφ’ ἧς ἡμᾶς οἱ πρόγονοι κατέλιπον ὅπως ἂν σώσωμεν. καὶ γὰρ ἴσως ἦν ὅτε καὶ πᾶσιν ὑμῖν ἐδόκει καλά.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.