πολλῶν ἀκαίρως μνημονεύειν ἀναγκασθήσομαι, εἰ δὲ τοῦτο ὀκνήσας σιωπήσομαι, παραλείψω ταῦτα ἐφ’ οἷς ἦν καὶ πάλαι μοι πεπαῦσθαι καλόν. ὡς οὖν οἷόν τε, μηδένα λυπῶν γε πειράσομαι τοῦτο ποιεῖν. εἰ δὲ χεῖρόν τι 1 τοῦ ποτε συνήθους φανείην ἐμαυτῷ | λέγων, δεῖ 10 μοι συγγνώμην ἔχειν. πολλοῦ γὰρ χρόνου σιωπῶ.
εἰ δέ τις καὶ τῶν ἔμπροσθεν πεπολιτευμένων, καὶ ἐγὼ δυστυχής, ὅς πολλῶν ὄντων καὶ φοβερῶν παρα- δειγμάτων τῆς ἀκράτου πρὸς τὸν δῆμον εὐνοίας ὅμως ἅπαντα παριδὼν ἐθρασυνόμην, οὐχ ὅσα τοῖς πολιτευο- μένοις εἴωθεν ἐνοχλεῖν, ὑποψία, ζῆλος, φθόνος, δια- 2 3 βολή, κίνδυνοι, κρίσεις, ἐξαιτήσεις, οὐ ταῦτα ἀγνο- ῶν, ἀλλ’ ὅτιπερ ἂν καὶ συμβῇ μοι παθεῖν, ἀσμέ- νως τοῦτο ὑπὲρ Ἀθηναίων δεχόμενος. ἐπεπείσμην δ’ ἐκεῖνο, τυχὸν μὲν ἀναισθητῶν, ὅμως δ’ ἐπεπείσμην ἔγωγε μηδ’ εἴ τισι τῶν πρὸ ἐμοῦ συνέβη τινὸς ἀπο-
λαῦσαι κακοῦ διὰ τὴν ἐπὶ τοῖς κοινοῖς διαβολήν, τού- των ἄν τι γενέσθαι. τοσοῦτον ἔμοιγε περιῆν πρὸς ὑμᾶς πίστεως.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.