καὶ ῥήτορος καὶ ἀνθρώπου πεπονθὼς πάθος. ὁ δ’ ἦν ἑλεῖν μὲν οἷς ἐπιχειρήσειε καὶ κρατῆσαι πάντων δεινότατος, ἑλὼν δὲ καὶ ἔχων ἐπιεικέστατος καὶ πρό- χειρος ἐλέῳ δοῦναι καὶ φιλανθρωπίᾳ. ἐμέ γ’ οὖν 1 2 3 ἐξαιτήσας μὲν οὐκ ἐξήμαρτε παρ’ ὑμῶν, λαβὼν δὲ ἀφῆκεν εἰς ὑμᾶς. ἀδόκητον δέ μοι συμβέβηκεν ἐκάτε- ρον. οὔτε γὰρ ἐκδοθήσεσθαι | πᾶν ὅ τι δόξειε 4 Φιλίππῳ πεισόμενος ἡγησάμην ἄν ποτε οὔτ’ εἴ μου Φίλιππος γένοιτο ἐγκρατής, εὑρήσεσθαί τινα σωτηρίαν
προσεδόκων.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.