ἁπλῶς εἰπεῖν, εἰ μὲν ἀδικῶν καὶ πονηρὸς σύμβουλος ὢν ἐξεδόθην, ἐγὼ μὲν ἔχω τὴν δίκην, ὑμῖν δὲ τί δεῖ πάλιν τοιούτου ῥήτορος; εἰ δ’ ἠτύχησα, πῶς δεῖ θρα- σύνεσθαι καὶ τῆς Τύχης ἐξαγαγούσης με τοῦ βήματος φιλονεικεῖν τῇ δαίμονι. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ 1 2 3 τοῦτό μοι συμβέβηκεν. ἄλλης μὲν πολιτείας οὐδὲ ἐμ- πείρως ἔχω, οἷον τῆς περὶ τὴν διοίκησιν ἢ τῆς περὶ τὰ δικαστήρια, ἀλλ’ ἀεὶ τούτων ἑτέροις παρακεχώρηκα τῶν διατριβῶν· ἐφ’ ἧς δὲ μόνης ἐτάχθην τῆς Ἑλλη- νικῆς, διὰ ταύτην ἀπωλλύμην.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.