<ἄν> τινα μεταστὰς πολιτευοίμην, οὐ γὰρ οἶδα οὔτε τὴν αὐτήν, ἣ <μήθ’ ὑμῖν> μήτε ληκε. τῇδε γὰρ ἂν σκέψαισθε, ὦ ἄνδρες Ἀθηναῖοι, | ὡς εὔνουν ὄντα με ἐξεδίδοτε καὶ συμφέροντα 1 σύμβουλον ἀπώλλυτε. ἀχάριστος οὖν καὶ πονηρὸς ὁ
δῆμος. ἀλλ’ οὔτ’ ἐστὶ μήτε γένοιτο τοιοῦτος. ἀλλ’ ἄξιος ὢν ἠγόμην. πῶς οὖν οἷόν τέ ἐστι τὸν αὐτὸν ἐκδόσεως καὶ πολιτείας ἀξιοῦν; ἀλλ’ οὐχ οὕτως ἔχει, μεγάλων δέ, ὡς εἰκός, ὑπερβολὴν ἀδικημάτων καὶ πολλήν τινα πονηρίαν ἢ βλάβην ἐν τοῖς ἐμοῖς πολι-
τεύμασιν ὑμεῖς ἰδόντες οὐδὲν ἐπισχόντες ἀγώγιμον εὐθὺς ἐψηφίσασθέ με παραδοθῆναι.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.