1 2 σπότῃ πῶς τολμᾶν δεῖ δημηγορεῖν; ὑμεῖς οὐδὲ τοὺς 3 ὀφείλοντας τῷ δημοσίῳ | λέγειν ἐᾶτε, ἀλλὰ καὶ αὐτοὺς ἀποσχοινίσαντες σιωπᾶν κελεύετε καὶ στηλι- τεύετε. ἐγὼ δὲ ἐστηλίτευμαι μὲν οὐ μόνον ἐν τοῖς
ὑμετέροις ψηφίσμασιν, ἀλλὰ καὶ τῇ παρὰ πᾶσι δόξῃ, τοῖς κἀμὲ καὶ τὸν Ἀθηναίων δῆμον εἰδόσιν, ὀφείλω δὲ ὑμῖν ὄφλημα οὐχ οἷον Ἀριστογείτων οὐδὲ ἄλλος τῶν ἐγγεγραμμένων, ἀλλὰ δεσμὰ καὶ τραύματα καὶ τὰς ἐσχάτας αἰκίας τοῦ σώματος αἵτινές εἰσι καὶ θανάτου
βαρύτεραι. ταῦτα γάρ ἐστι καὶ τὰ τοιαῦτα ἃ πεισό- μενος μὲν ἐξεδόθην ὑφ’ ὑμῶν, οὐ παθὼν δὲ παρὰ τὰς πάντων ἐλπίδας, ἀλλ’ ἀφεθεὶς ὀφείλοιμ’ ἂν τοῖς ὧν ἠξίουν καὶ προσεδόκησαν μὴ τετυχηκόσιν.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.