ληφεν, ἀλλ’ οὐ Πάνακτον οὐδὲ Δεκέλειαν οὐδὲ Οἰνόην. τὴν ἱερὰν ἐκ Μαραθῶνος τριήρη λαβὼν ᾤχετο. μηδε- μίαν οὖν τριήρη Φίλιππος λάβῃ. | Μεγάροις ἐπι- " 1 χειρεῖ. ἄξιοι Μεγαρεῖς ἀπολωλέναι. Βυζάντιον πολιορ- κεῖ. ἄξιοι πάντα παθεῖν Βυζάντιοι.
μιώθην ὡς Περικλῆς, οὐδὲ ἐδιώχθην ὧς Ἀλκιβιάδης, οὐδὲ ἑάλων ὡς Θεμιστοκλῆς, οὐδὲ ἔφυγον ὡς Καλλί- στρατος. ἀτυχήματα μὲν ἄλλοτε ἄλλα συμβέβηκε τοῖς πρὸ ἐμοῦ πεπολιτευμένοις. ὧν οὐδὲν ἀγνοῶ, ἀλλ’ ὥσπερ οἱ πολλὰ ἑωρακότες ναυάγια τῶν παραπλεόντων
εἰς τὰς ἠιόνας ἐκβεβρασμένα καὶ τοὺς λιμένας ἐξ ὧν ἀνάγεσθαι δεήσει τολμῶσι πλεῖν ὅμως, οὕτω κἀγὼ τὰ τῶν πολιτευομένων εἰδὼς πταίσματα ἄρας ἀφῆκα ἐμαυτὸν εἰς τὴν τῆς πολιτείας θάλατταν. ἀλλ’ ἐξεδόθην δυστυχὴς βοῶν τὸν Σόλωνα καὶ μαρτυρόμενος τοὺς
νόμους καὶ καλῶν τοὺς θεοὺς εἰς τὴν ἀκρόπολιν βλέ- πων. παρεδόθην τοῖς ἥκουσιν ἐκ Μακεδονίας κατ- 6 7 8 ἀχθεὶς ἀπὸ τοῦ βήματος. | ἐφ’ οἶς ὁ μὲν δῆμος 9 οὐκ ἐνεκαλύψατο, ἐγὼ δὲ καταδὺς ᾠχόμην.
τὰς εἶξαι καὶ παραχωρῆσαι τῷ διὰ πάντων ὑμῶν κρείττονι, ἒτι δὲ <τοῦ> τῷ χάριτος καὶ τιμῆς σης ἀξίῳ δι’ ἀρετὴν καὶ φιλανθρωπίαν ὄντι μηδὲν ἀντειπεῖν, ἐγὼ δὲ ἀμαθέστατος ἄν τις εἴην ἐμαυτὸν καὶ νῦν ἀγνοῶν. τοῖς ἀτίμοις οὐκ ἔξεστι λέγειν. τίς
οὖν ἀτιμότερος τοῦ κατεψηφισμένου, τοῦ τοῖς αἰτήσα- σιν ἐκδεδομένου; τοῖς δούλοις οὐκ ἔστι μετουσία πολιτείας. ἀλλὰ τοῦ Φιλίππου δοῦλός εἰμι. καὶ δοῦ- λος μὲν ὢν οὐκ αἰσχύνομαι μεγάλου δεσπότου πόλεις μεγάλας ὁμοδούλους ἔχων καὶ μετ’ ἐθνῶν ὅλων ὑπο-
κύπτων δεσπότῃ, μετὰ Χαλκιδέων, μετὰ Ὀλυνθίων, μετὰ Θηβαίων, μετὰ Θετταλῶν καὶ ἔτι κρειττόνων, ὁμόδουλός εἰμι τῆς Ἑλλάδος, ἀλλ’ ὅμως τῶν ὑμετέρων νόμων ὥσπερ ἐνυπνίων μνημονεύω.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.