καλοῖς περὶ ταύτης δόγμασιν ἠναντιούμην, στάσεως δὲ ἦν καὶ κινδύνων καὶ πολέμων ὑπόθεσις, ὅτι τῶν ἄλλων εὐφημούντων καὶ ἐκ τῶν ὑμετέρων ὑμᾶς ἑστιώντων καὶ παρεχόντων ὑμῖν οἴκοι καθῆσθαι κελευόντων μηδὲ ἄλλῳ τῳ τῶν Ἑλλήνων βοηθεῖν, ὅστις μὴ πρότερον
ὑμῖν βεβοήθηκε, τὰ τρόπαια δὲ καὶ τὰς ναυμαχίας κελευόντων χαίρειν ἐᾶν καὶ λήρους καὶ μύθους εἶναι λεγόντων ἐλύπουν ἐγὼ καὶ παρεῖχον πράγματα κατα- βοῶν τοῦ δήμου ἐξέστητε, Ι λέγων, 00 ἄνδρες 3 Ἀθηναῖοι, τῆς τάξεως ἐφ’ ἧς ὑμᾶς οἶ πρόγονοι
κατέλιπον καὶ τὴν Δολόπων καὶ Θετταλῶν τάξιν ἀντὶ τῆς Ἀθηναίων μετειλήφατε ἀρχὴν καὶ δυναστείαν συγκατακτώμενοι τοῖς βαρβά- ροις καὶ παρέχοντες ἁρπάζειν, περικόπτειν, 4 5 6 7 τοιχωρυχεῖν, ἀκρωτηριάζειν τὸ σῶμα τῆς Ἑλ- λάδος.
πων ἀνῄρει πόλεις. τί οὖν ὑμῖν ἔμελε τῶν εἴσω Πυ- λῶν; πῶς δὲ οὐ περιεργία περὶ ὧν Εὐθυκράτης καὶ Λασθένης συνεχώρουν ὄντες Ὀλύνθιοι, περὶ τούτων ἀγανακτεῖν ἐμέ; Ἀμφίπολις ἀπώλλυτο, ἀλλ’ Ὠρωπὸς ἀντεδίδοτο. Ἁλόνησον ἐδίδου, ἐγὼ δὲ ὁ μικρόψυχος
ἐκέλευον ἀποδιδόναι. τοιγαροῦν ᾐσθόμην οἷόν ἐστι τὸ πολεμεῖν περὶ συλλαβῶν. Χερρόνησον κατέθει, οὐ γὰρ ἐκείνῳ μᾶλλον προσῆκεν. ἔκσπονδος ἐγένετο Κερσο- βλέπτης. ὑπὲρ τῶν Θρᾳκῶν οὖν ἔδει ταλαιπωρεῖν Ἀθηναίους. <ᾕρει> Σέρριον καὶ Δορίσκον καὶ
τῆνόν καὶ Γάνος καὶ Γανίδα χώραν. εἶθ’ ὑπὲρ τού- 8 9 10 11 12 13 τῶν ὧν οὐδὲ τὰ ὀνόματα ἴσμεν ἐξανιστάμεθα.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.