εὔνοιαν αὐτοῦ δείκνυσιν, ἑστιάσεις, κρεανομίαι, δια- νομαί, χορηγίαι, τριηραρχίαι, συνεκδόσεις θυγατέρων, αἰχμαλώτων λύσεις, καὶ ταῦτ’ οὐδενὸς ἧττον τῶν με- τρίων ἐπεδειξάμην.
θανάτῳ παύεται, τὸν αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, τρό- 1 πον καὶ τὸ τῆς πολιτείας τῆς | ἐμῆς πέρας ὡρίσθω τῷ τῆς ἐκδόσεως ψηφίσματι. ἢ πάντων ἀναισχυντότα- τος ἂν γενοίμην εἰς τοὺς κατεψηφισμένους παριὼν ἔτι καὶ τολμῶν ἀποβλέπειν εἰς τὸ τοῦ δήμου πρόσω-
πον ὥσπερ μανδραγόραν πεπωκὼς καὶ πολὺν ἐπὶ τοῖς γεγενημένοις ὕπνον κεκοιμημένος.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.