ἤδη γέμει. τί γὰρ ἔστιν ὑπὲρ ὑμῶν ὅ ἐμοὶ μὴ λέλε- κται, τί δ’ ὃ μὴ γέγραπται δι’ ὑμᾶς; εἰς Ἀρκαδίαν ἔδει δραμεῖν. ἔδραμον. εἰς Θήβας πρεσβεῦσαι. πε- πρέσβευται. τοῖς ἐπὶ Θρᾴκης Ἕλλησι βοηθῆσαι. γέ- γραφα. ῥύεσθαι τοὺς ἐν Χερρονήσῳ. λέλεκται. σῶσαι
Βυζάντιον καὶ Πέρινθον. εἴργασμαι. Ἀμφίπολιν ἀπαι- τῆσαι καὶ τὴν Ἁλόνησον. <ἀπῄτησα>. συμμάχους 1 2 3 4 ’σαι. μέχρι Λευκαδίων καὶ Κερκυραίων καὶ Πελοπον- νησίων ἀφικόμην #x003E; ἴως αὐτοῦ βασιλέως. Θετταλίας εἰπεῖν, ὑπὲρ Εὐβοίας, ὑπὲρ Φωκέων καὶ τῆς παρόδου καὶ Πυλῶν, οὐ δίκαια μὲν οὐδ’ ὑγιαί- νοντος ἀνθρώπου, | ἀλλὰ πολλῆς ἀπονοίας ἐχό- " 5 μένα. βεβόηται δὲ καὶ ταῦτα ἐν ὑμῖν. ἀλλ’ Ἑλλησ-
πόντῳ φυλακὴν ἐπιστῆσαι καὶ προνοῆσαι ἐμπορίων καὶ τῆς σιτοπομπίας. πεπραγμάτευται καὶ ταῦτά μοι. ἀλλ’ ὑπὲρ τῶν πρὸς βασιλέα διελθεῖν, μνημονεῦσαι περὶ συντάξεως ἢ πόρων. πάντα ταῦτα διελήλυθα.
περὶ τῆς εἰρήνης. ἴστε. περὶ τῶν ἐν ἀμφικτύοσι δογ- μάτων. ἠκούσατε. περὶ τῶν ἐπὶ Θρᾴκης βασιλέων, ἀλλ’ ὑπὲρ τῶν ἐν Χερρονήσῳ πραγμάτων, ἀλλὰ τῶν νήσων, ἀλλὰ τῶν τριηραρχιῶν καὶ τῆς συντελείας. λέλεκται, γέγραπται, πεπολίτευται περὶ γῆς, περὶ θαλάσσης.
6 7 8
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.