συμβούλους καὶ ῥήτορας εἰπόντας <καὶ> νους ἱκανῶς εἶτα ἀνιέναι. εἴρηται, γέγραπται, πεπρέ- σβευται, νενομοθέτηται, δεδημηγόρηται, πεπολίτευται, εἰσενήνεκται. μέχρι τίνος ταῦτά με δεῖ ποιεῖν; ὤφελον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Ἰσοκράτους ἢ τὸν
Ἰσαίου, τῶν διδασκάλων τῶν ἐμῶν, ἤ τινος ἄλλου τῶν μακαρίων σοφιστῶν ἄνωθεν ἑλέσθαι βίον, ἕν ἐν ἡσυ- χίᾳ καὶ γαλήνῃ καὶ τὸν ἔμπροσθεν ἐβίουν χρόνον ἐπ’ ἐμαυτοῦ φιλοσοφῶν καὶ τὸν δῆμον φυσιογνωμονῶν ὡς πρᾶγμά ἐστιν ἀσταθμητότατον ἁπάντων, ἐοικὸς
θαλάττῃ, φύσει ἄστατον, ὑπὸ πάντων τῶν ἐμπιπτόν- τῶν πνευμάτων ὑποκινούμενον. ἐπειδὴ δὲ ἑτέρως με 1 2 3 4 εἴτε δαίμων εἴτε ποινή τις εἰς ταῦτα παρήγαγεν, οὐδὲ ἔδεισα τὸν Πλάτωνος φόβον, ἀλλ’ ἀποχρώντως ἐν ὑμῖν ἐπολιτευσάμην, γεγήρακα, πεπόνηκα.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.