καὶ Ἀρκαδία καὶ Βοιωτία καὶ Θετταλία καὶ Πύλαι καὶ φυλακαὶ τῆς Ἑλλάδος, ἐφ’ οἶς ἐκ νέου μέχρι τῆς παρ- ούσης ἡλικίας τεταλαιπωρήκαμεν. τί οὖν ἀδικῶ, πρὸς τῶν θεῶν, εἰ τὸν ὀλίγον τοῦτον καὶ λοιπὸν χρόνον κατ’ ἐμαυτὸν βιῶναι βούλομαι; οὐδὲ Χάρης ἀεὶ στρα-
τηγεῖ οὐδὲ Διοπείθης ἀεὶ ἐπιπλεῖ οὐδὲ Μενέλαος <ἀεὶ> ἱππαρχεῖ, ἀλλὰ ταῦτα ἐκ διαδοχῆς. καὶ πολιτείαν οὕτως ἔχειν ἄξιον. καὶ γὰρ εἰ μὲν λειτουργίᾳ τινὶ τὸ πρᾶγμα ἔοικεν, οὐκ ἀεὶ τὸν αὐτὸν ἐπιτρίβειν ἐπιεικές ἐστιν· εἰ δὲ τιμὴ καὶ δυναστεία, δίκαιον
ὥσπερ ἐν ταῖς ἀρχαῖς ἄλλους ἄλλοις ὑπεξιέναι τοῦ 1 πάντας | ἐν κύκλῳ ταύτης ἀπολαῦσαι τῆς πλεονε- ξίας.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.