λέγειν Ἀθηναίων, ἴως ἂν ἦ καλόν, ἀλλ’ οὐκ ἀρχὴ 1 2 ἐργολαβίας καὶ τέχνη; τίς οὐ ῥήτωρ Ἀθηναῖος; τοὺς δὲ λέγοντας αὐτοὺς οὐχ ὑμεῖς παιδοτριβοῦντες καὶ προσιέμενοι ποιεῖτε; τί βλαβερώτερον καὶ πονηρότερον ἂν εἴη ῥητόρων τῇ πόλει; οὐ γὰρ καὶ ὑμεῖς πρῴην
οὕτως ἔγνωτε ἐκδόντες τὸν εἶναι δοκοῦντα κορυφαῖον αὐτῶν καὶ ῥίψαντες ἀφ’ αὑτῶν ἄσμενοι; ὥσθ’ ὅστις ῥήτωρ πολιτεύεται, κακόνους οὗτος ὢν τῶν κοινῶν ἐφίεται καὶ τῆς ὑμετέρας κρίσεως οὐ συνίησιν. ἧς ἤδη καὶ τοῖς ἄλλοις ῥήτορσιν αἰσθομένοις καιρὸς ἦν παύ-
σασθαι πολὺν χρόνον ὑμᾶς ἠνωχληκόσιν.
παρ’ ἐμοῦ σχεῖν φημι ἐγώ. γέγονα παρ’ ὑμῖν καὶ ἐπὶ τῆς πολιτείας ἀγαθός, ἡνίκα ταύτης ἠνείχεσθε, μακρῷ χρόνῳ. διαναπαύειν δὲ εἰκὸς καὶ τοὺς πολιτευομένους ἐν τῷ μέρει, καθάπερ τοὺς λειτουργοῦντας καὶ εἰσφέ- 3 4 5 ροντας καὶ στρατευομένους, οὓς οὐκ ἀεὶ διαπονεῖτε, ἀλλ’ εἰσενεγκών τις εἶτα ἐπανεπαύσατο λειτουργήσας καὶ οὐκ ἔτι ταῦτα παρ’ ὑμῶν ἀπαιτεῖται. στρατευσά- μενός τις τἀς ἐφ’ ἡλικίας στρατείας | ἀφεῖται 6 τοῦ λοιποῦ τῶν καταλόγων.
Declamatio 23. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.