δὴ μὴ τοῖς τῶν προγόνων, οἳ τοὺς σφαγέας τῶν τῷ Κύ- λωνι συγκατασχόντων τὴν ἀκρόπολιν ἐξήλασαν ἐναγεῖς τε νομίσαντες καὶ τῆς Ἀθηνᾶς ἀλιτηρίους. καίτοι μεῖζον ἠδίκησαν τὴν πόλιν οἱ τύραννον ἐπαγαγόντες τοῖς νόμοις, ἀλλ’ ὅμως | καὶ τοῖς τὰ τηλικαῦτα τολ- 1 μῶσιν <ᾤοντο> α ἀρκεῖν εἰς σωτηρίαν τοὺς θεούς.
2 3 4 5
μηταὶ πολιτείας; οὐκ ἀφαιροῦμαι καταφυγῆς ὑμᾶς, οὔ. ἀλλ’ οὐκ ἐῶ κεναῖς ἐλπίσιν ἀπατᾶσθαι. τίς γὰρ ὑμῶν ἀνθέξεται Δημοσθένους οὐκ ἀντιλαβόμενος; τίς ὑμᾶς ἐλεήσει τοὺς ἐμοὺς πόνους οὐκ αἰσχυνθείς; τίς ἀπο- δώσει τῷ βωμῷ τὴν ῥώμην ἐν ὑμετέροις κινδύνοις, ἣν
ἐν τοῖς ἐμοῖς ἀφείλετο; προσδοκῶντες μὲν οὖν ὁμοίας καθ’ ὑμῶν αὐτῶν πρεσβείας νοῦν ἔχειν μοι δοκεῖτε, ὥρα δὲ ὑμῖν ζητεῖν ἑτέραν ἀποστροφήν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.