τοὐν, χαιρέτω δὲ τὸ βουλευτήριον καὶ προβουλεύματα καὶ ψηφίσματα καὶ πρεσβεῖαι καὶ ταλαιπωρίαι τοὺς μὲν ἄλλους ὠφελοῦσαι, τὸν δὲ λέγοντα ζημιοῦσαι. καίτοι Φίλιππος τοῦτό γε οὐκ ἐπέταττεν, ἀλλ’ ὑπὸ τῶν παθῶν 1 2 3 παιδεύομαι σιωπᾶν. ὑμεῖς δὲ μένετε μὲν ἐπὶ τῆς τάξεως, εἰ δοκεῖ, περισκοπεῖτε δὲ ἤδη λιμένα ἕτερον, ὡς ὅ γε τοῦ βωμοῦ κέκλεισται. ἂν δ’ ἄρα ποτὲ Ἀθη- ναῖοι γένωνται φιλάνθρωποι καὶ δείξωσι πάλιν ὡς ἔχουσιν ἐν ταῖς φύσεσιν οἶκτον, καὶ τοῖς ἔργοις ἀνα-
νεώσωνται τὸν ἔλεον, ἔσται τις ὁ γράφων ἱδρύεσθαι πάλιν τὸν βωμόν.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.