τι βούλοιτο χρήσασθαι στήσας εἰς ἐμὲ τοὺς. ὀφθαλ- μοὺς καί τι πρὸς αὑτὸν ἐνθυμηθεὶς ἀφῆκεν. ὅ μοι δοκεῖ κἂν πρὸς τὴν ἱκετείαν, εἴ τις ἀπήγγειλε, δρᾶσαι. τί γὰρ ἂν πλέον ἐζήτησεν ἥττης ἐχθροῦ; ὅλως δὲ ὁ τοῦ πολέμου καὶ τοῦ φόβου λόγος τὴν μὲν <ἐκδόσεως>
αἰτίαν ἔχει, τοῦ δὲ τὸν βωμὸν ἐν τοῖς ἔμπροσθεν μένειν οὐκ ἔστιν ἀπόδειξις.
βωμοῦ τὸ σῶμα τοὐμὸν ἀφελκύσασαι τοῖς ἐχθροῖς παρέδωκαν. μᾶλλον δέ, κοινὸν ὑμῶν ἀπάντων γενέσθω. πάντες ἐχειροτονήσατε, πάντες ἀνασπάσατε, ἤ, εἰ βού- λεσθε, οἱ μὲν ἀνασπώντων, οἱ δὲ παρακαλούντων.
Declamatio 22. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.