ταῖς ταῖς ἐλπίσι σὺ μὲν κατέδειξας, οἱ δὲ ἀνενεώσαντο τὸ νῦν καταγέλαστον συνέδριον. πάλιν Κιρραῖοι, πάλιν Ἀκραγαλλίδαι, μᾶλλον δὲ πολλῷ δεινότερα. οἱ μὲν γὰρ ἔξωθεν προσπίπτοντες τοῖς Πυθῶδε ἰοῦσιν ὅ τι ναιντο ἐλῄστευον, ὁ δὲ οὐ θεωροῖς τισιν ἐνοχλήσας
οὐδὲ ἀργύριον ἢ σκεῦος ὁδοιπόρων ὑφελόμενος, ἀλλ’ Ὄλυνθον καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις καὶ πρῶτος εἰσαγαγὼν νόμον εἶναι πόλεων πράσεις ὑπ’ αὐτῶν τῶν πεπιστευμένων τιμὴν <τῶν> ἀδικημάτων ἔχει καὶ γέγονεν ἀμφικτύων.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.