παρὰ μὲν ἑκάστης τῶν πόλεων κατὰ τῶν πονηρῶν αἱ 1 2 κολάσεις, κοινοὶ δὲ ἐν ταῖς πόλεσιν ἔπαινοι τῷ μιαρῷ ὃν οὐδὲ τοῖς Μακεδόνων αὐτῶν ἱεροῖς προσιέναι προσ- ήκει τοσούτου γέμοντα τοῦ μύσους. οὐκ ἔστι τοῖς ἡταιρηκόσι μετασχεῖν ἱερῶν. οἶδεν ἐν Θήβαις τὴν τού- 3 του νεότητα Παμμένης. καὶ Θηβαῖοι | τοῦτο οὐκ
ἀγνοοῦντες κολακεύουσιν ὅμως. οὐκ ἔστιν ἀνδροφόνοις ἅψασθαι βωμῶν. ὁ δ’ ἀπὸ τῶν ἀδελφῶν ἤρξατο τῆς μιαιφονίας, οὓς ἐλαύνων καὶ σφάττων καὶ ἐξαιτῶν, ἴως ἐξέπεσον, διετέλεσεν.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.