ἐξαίφνης ἐπιστάντες πρέσβεις ἀπὸ τῆς Ἀσίας ἔλεγον, ὅτι ὁ βασιλεὺς ὁ μέγας ἔχων ὅπλα ὅσα οὐδεὶς ἄλλος ἀνθρώπων οὐ δούλην μὲν λαβεῖν τὴν Ἑλλάδα βούλε- ται οὐδὲ ἐπιθυμεῖ δένδρων τῶν ὑμετέρων οὐδὲ τῶν ἄλλων ἀγαθῶν, τοσοῦτον δὲ ἐπαγγέλλει καὶ ἥγ’ εἷται
ζηλωτὸν ἓν τὸ ἐγγραφῆναι τοῖς ἀμφικτύοσιν, ἆρ’ ἂν ἐσίγησας ἢ ῥήτωρ ἂν ἦσθα; εἰ μὲν γὰρ ταὐτὸν ἂν ἐποίεις, θεᾶσθε τὸν πυλαγόραν· εἰ δ’ εὐθὺς ἀντεῖπες ἐκείνοις, τί ἂν εἶπες, εἴ τις ἐπύθετο· διὰ τί πρὸ τοῦ δεσπότου τὸν δοῦλον ἄγεις; ἢ ὅτι τῷ μὲν συγ-
γέγονας, τῷ δὲ οὔπω;
Φίλιππος μεθ’ ἡμέραν τοσοῦτον ἔργον ᾔτησε περὶ Δελ- φοὺς καὶ οὐχ ἥμαρτεν, ἀλλὰ τῶν μὲν λεγόντων, τοῦ δὲ σιωπῶντος εἴληφεν.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.