ἄν, εἰ πύθοιτο βασιλεύς, ὅτι οἱ τὸν σὸν προπά- τορα τὸν καλύψαντα τῇ δυνάμει γῆν καὶ θά- λασσαν τρέμοντα τῆς Εὐρώπης ἐξελάσαντες καὶ δραπετεύειν ἐφ’ ἑνὸς ἀναγκάσαντες πλοίου κα- ταλύσαντες ἐκεῖνο τὸ φρόνημα προσκυνοῦσι
Φίλιππον, ὁ δὲ διέβη μὲν Πηνειόν, ἧκε δὲ διὰ Θετταλῶν, πολλὴν δ’ ἐρημίαν περὶ Πύλας ἐργα- σάμενος γέγονεν εἶς τῶν γνησιωτάτων Ἑλλήνων; εἰ ταῦτα ἀκούσειεν, οὐκ ἂν ὧς ἀπατῶντα τὸν μηνυτὴν διασχίσειε; τί λέγεις; οἶ μικρὸν ὕδωρ καὶ βῶλον
γῆς οὐ δόντες τὸν τῆς γῆς, ὧς αὐτοί φασιν, ὀμφαλὸν δεδώκασι; καὶ οἱ τὸν Ι τῶν κηρύ- 1 κῶν οὐκ αἰδεσθέντες νόμον, ὅτε τοῦτον ἐμνημό- 2 3 νεῦσαν, ὑπῆλθον δουλείας ζυγὸν καὶ τοὺς μὲν ἀπέκτειναν, Φίλιππον δὲ στεφανοῦσι;
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.