μάχεσθαι, μείζων, ὦ ἄνδρες Ἀθηναῖοι, συμμαχία τὸ τῶν θεῶν εὐμενές, καὶ ἔγωγε μετὰ τούτων μόνος ἂν παρατάξασθαι δεξαίμην ἢ μετὰ πολλῶν μυριάδων. αὐτὸς ὁ Πύθιος, οὗ τὸν ἱερὸν χραίνει τόπον, ἡμῖν 1 ἂν αὑτόν τε καὶ τὴν αὑτοῦ Ι συμμαχίαν ἐ̓δω-
κεν, ὁ Ἡρακλῆς αὐτοῦ που τιμώμενος παλαιὸς ἡμῶν συστρατιώτης, ἡ λαχοῦσα τὴν χώραν θεὸς ἡ ξυλίνῳ τείχει κρείττονι τοῦ Βαβυλωνίου τειχίσασα τὴν πόλιν.
τὸ καθ’ ἑαυτὸν μὴ διακωλύῃ, τὴν τοῦ συνεργοῦ δόξαν ἐκτήσατο, ὁ γὰρ ἐξὸν ἐπισχεῖν μὴ κωλύσας <ἐν οἷς> ἐπέτρεψε δέδρακεν, ἐσκόπει δὲ ὅπως ἂν μήτ’ ἐκεῖνος ἀτυχήσειε τῆς μετουσίας αὑτῷ τε γένοιτ’ ἄν τις παρ’ ὑμῖν καταφυγή.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.