αἰδεσθήσεται. πάνυ γε· τοῦτ’ ἄν σοι μαρτυρή- σαιεν Ἁμφιπολῖται καὶ ΙΙνδναῖοι. ὧν τοὺς μὲν ἐν αὐτοῖς τοῖς ὅρκοις ἀπέσφαξε, τοὺς δὲ ἐξήλασε παρ’ ὧν εἰλή- φει τὴν πόλιν. οὐκ Ὀλυνθίοις Ι ὁμοῦ τε ἀπελο- 1 γεῖτο καὶ μηχανὰς προσῆγεν; οὐ Φωκέας ἀπειλῶν
Θηβαίοις ἀπώλλυεν; οὐκ ἔνθα ἂν λάβῃ καιρὸν πλεον- εξίας, καταγελᾷ τῶν θεῶν; τίνος οὖν ἡμᾶς ἀπήλλαξας πολέμου τῇ σιωπῇ;
σκέσθω δὲ τῆς εἰς Πύλας βοηθείας, ἣ Φωκέων αὐτὸν ἀπεκρούσατο, δαὶ μηδὲν τοῖς παροῦσιν ἐπαιρέσθω. τὸ γὰρ δι’ ἀπάτης ληφθὲν οὔπω δεῖγμα τῆς τοῦ κεκρα- τηκότος ῥώμης.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.