σκευαῖς Λακεδαιμονίων λειπόμενοι; πρῴην δὲ ὑπὲρ Εὐβοέων οὐκ ἐπλεύσαμεν; Ὀλυνθίοις δὲ δύναμιν οὐκ ἐπέμψαμεν; ἵππαρχοι δὲ φίλοι καὶ ταξίαρχοι. τί ταῦτα βούλεται, Αἰσχίνη, τὸ μηδὲ ὄνομα ἀνέχεσθαι πολέμου; ἕως ἂν ᾖ τῶν Ἀθηναίων ἡ πόλις, εὐχέσθω μὲν ἐν εἰρήνη
διάγειν, δεχέσθω δὲ τοὺς ὑπὲρ τοῦ καλοῦ πολέμους καὶ τὸ μὲν ἥμερον ἡγείσθω, τὸ δὲ ἀναγκαῖον. καὶ ταυτὶ μὲν 1 ὡς πολεμησάντων | ἂν τῶν Ἑλλήνων εἰρήσθω, ὅτι δὲ ἥκιστ’ ἂν αὑτοὺς εἰς τοῦτο ταραχῆς ἐνέβαλον, ἄρτι δεικνύων ἐπαυσάμην.
μὲν, κοινωνεῖν αὐτὸν καὶ τῆς ἀμφικτυονίσς. εἰ δ’ ἀεί τι προσλαμβάνειν ἀξιώσει διὰ τὴν εἰρήνην, οὐδὲν εἰρήνης δέομαι πολέμου χαλεπωτέρας.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.