γίνεσθαι λόγους ὑπὲρ τοῦ μὴ καλῶς δίδοσθαι.
τὰ μὲν πρέποντα τῇ πόλει καὶ μετὰ κινδύνων ἄριστα, τὰ δ’ ἀλλότρια τῶν ἡμετέρων ἠθῶν καὶ μετὰ ῥᾳστώ- νης δεινότατα. δεῖ δὴ τὸν τὰ κοινὰ ἀξιοῦντα πράττειν οὐκ ἐκφοβεῖν ὑμᾶς, ὥσπερ τοὺς παῖδας, οὐδὲ τραγῳ- δεῖν τοὺς ἐν τῷ πολεμεῖν ἱδρῶτας, ἀλλ’ ἔν τι ἐκεῖνο
νομίζειν καὶ δεινὸν καὶ χαλεπόν, εἰ ὑμεῖς τι φεύξεσθε 2 3 4 τῶν καλῶν δι’ ἡσυχίαν.
Declamatio 17. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.