φέρειν δεῖ πρὸς τὸ χρῆσθαι τῇ φωνῇ. ποῖός τις οὖν ὁ δῆμος οὗ τἀς ῥήσεις δεδιδάγμεθα; οὐκ εὐλαβὴς οὐδὲ ἄτολμος οὐδ’ ὅθεν μηδεὶς κίνδυνος ἐπιστήσεται, τούτοις ἐπιχειρῶν. εἰ γάρ, ὡς σὺ παρὰ τούτοις, οὕτως 1 2 3 ὁ δῆμος παρὰ τοῖς Ἕλλησιν ἐπολιτεύετο, οὐκ ἂν σε- μνότερος ἦν τῶν Μεγαρέων, ἔτι καὶ νῦν ἂν ὑπ’ Αἰγι- νητῶν ἐκ θαλάττης εἴργετο. νῦν δὲ παραβαλλόμενος καὶ διαποντίους ἀναιρούμενος πολέμους καίτοι μὴ
πάντα νικῶν τοῖς κινδύνοις τὸ πρωτεῖον ἐκτήσατο.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.