νᾶς ἀντιδίκους οὐκ ἐπεσπάσατο μηδεμίαν κατηγορίαν ἄλογον εὐλαβηθείς; καὶ γὰρ ὁμοίως ἐμοὶ κέκριται πολλάκις ἐν Λακεδαίμονι Κορινθίων κατηγορούντων. ἐν τοῖς Ἕλλησι πᾶσι πάλιν Θηβαίων συκοφαντούντων ἠνέχθη καὶ περὶ τῶν Ἀθηναίων τῆς πόλεως> ψῆφος
περὶ ἐμοῦ, καὶ διαφυγοῦσα τὰς αἰτίας τὰς τιμὰς ἀπη- νέγκατο, τὴν αὐτονομίαν, τὰ τείχη, τὴν θάλατταν. καὶ γὰρ τῆς πολεμικῆς δυνάμεως οὐ τὴν πεζικὴν εἴλετο, ᾗ πλέον ὑπάρχει τὸ βέβαιον εἰς ἀσφάλειαν, ἀλλὰ τοὺς ἐν τῇ θαλάττῃ κινδύνους, ὡς τῶν μειζόνων ἐν τῷ κατ-
ὀρθοῦν ἀγαθῶν αἰτίους. ὤνιοι γὰρ τῶν κινδύνων εἰσὶν αἱ τιμαὶ καὶ ἀνδρὶ καὶ δήμῳ. 1
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.