Κέφαλος, εὐλαβηθήσεται τοὺς βασκάνους καὶ τῶν αἰτιῶν τὰς σκιὰς φοβηθήσεται; μιμήσεται τὴν σὴν ἄνανδρον πολιτείαν; οὐκ ἐγώ. περὶ πρωτείων ἀεὶ πολι- τεύομαι. <ὑπὲρ> δόξης <καὶ> ἡγεμονίας οὐδένα κίνδυνον
ἐξίσταμαι. διὰ τοῦτ’ ἀεὶ κρίνομαι, οὐ ζητῶ γὰρ ὅ τι λεχθὲν οὐχ ἕξεὰ κατηγορίαν, ἀλλ’ ὅ τι πᾶσαν αὐξήσει τὴν πόλιν καὶ ποιήσει φθονεῖσθαι τὸν μὲν δῆμον παρὰ τοῖς Ἕλλησι, παρὰ δὲ ὑμῖν ἐμέ, οὐ πρὸς ἐμαυτὸν σκοπῶν τὰ λεκτέα καὶ τὰ μή, πρὸς δὲ τὸ κοινὸν τῶν
Ἀθηναίων ἀξίωμα.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.