τοῦ μέτρου τῆς ζημίας εἶτα ἐπεκουφίσατε, ἀλλ’ ὅλως ἀπελύσατε.
στοχάζεσθε, τὰ δὲ τῶν δημαγωγῶν πολιτεύματα οὐκ ἂν λάθοι τοὺς αὐτοὺς ἐκκλησιάζοντας καὶ δικάζοντας. οἷον, εἰ παρανόμων γραφὴ τὸ κρινόμενόν ἐστι, παραν- εγνώσθησαν οἱ νόμοι. τὰ τοῦ ψηφίσματος ῥήματα εἰ διαφωνίαν τινὰ ἔχει, μεμαθήκατε. εἰ χρημάτων διοί-
κησίς ἐστιν, ἐπὶ δακτύλων ἡ κρίσις. τί οὖν ἐνταῦθα 1 2 3 4 5 παρεύρημα; οὐδεὶς τοὺς κατηγόρους ὑπῃνίττετο καθ- υφιέναι τοὺς ἀγῶνας καὶ τοὺς μάρτυρας τὰ ψευδῆ μαρτυρεῖν καὶ τοὺς δικαστὰς δεκάζεσθαι. οὔτε πρία- σθαι τοσούτους ἱκανός, οὐδ’ εἰ τὰ βασιλέως κεκτήμην,
οὔτ’ ἂν ἔλαθον τοιοῦτόν τι κακουργῶν, ὅς καὶ περὶ ὧν οὐκ ἀδικῶ κρίνομαι.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.