συμμαχίας δέηται πόλις, ἂν ἱκετεύῃ ξένος, πρὸς ἐκεί- νους θεὸν τὸν Ἔλεον νομίζουσι. κἂν μὲν τῶν πολι- τῶν τινά τις αἰτιάσηται· Κέφαλός ἐστι τῶν κακῶν αἴτιος ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν ὑπὸ χεῖρα φαίη τις, ὀργίλοι καὶ τραχεῖς· ἐὰν δέ τις τῶν ἔξωθεν ἱκε-
τεύσῃ, κἂν Οἰδίπους, κἂν Ὀρέστης, ἐλεοῦσι καὶ σώ- ζουσιν, οὐκ ἀλόγως, ὧς ἐμοὶ δοκεῖ, τοὺς ἀλλοφύλους μέν 1 | γε μήτε φύντας καλῶς μήτε ἐν ἀρίστῃ πολιτείᾳ πεπαιδευμένους οὐκ ἀξιοῦντες ἀναμαρτήτους εἶναι· εἰ δέ τις Ἀθηναῖος ὢν οὐχ ὑπεραίρει πάντας ἀρετῇ, τῶν 2 3 οὐκ ἀρίστων ὡς κακίστων καταγινώσκετε, ὅταν ένταυ- θοῖ λάβητε, πρὸς τὴν κοινὴν τῆς πόλεως ἀξίωσιν, οὐ πρὸς τὸ καθ’ αὑτὸν ἀπαιτοῦντες ἑκάστου τοὺς τρό- ΠΟΥς· ἄλλως τε καὶ εἴ τις αὑτὸν ἠξίωσε προστατεῖν Ἀθηναίων, ὧς ἐγώ, πολλὴν ὑπεροχὴν ζητεῖτε παρ’
αὐτοῦ τοῦ καλοῦ.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.