προκατωρθωạένων, καὶ τούτους οὐ ναυμαχίας λέγον- τας οὐ πεζομαχίας, οὐ τρόπαια δεικνύντας ἐσώσατε, καὶ 1 2 3 ταῦτα ἅπαξ ἕκαστον ὑπὸ τῇ ψήφῳ λαβόντες, εἰκότως, οὐ γὰρ ἡμιτελῆ τὴν ἀρετὴν ἀξιοῦτε παρασχέσθαι τοὺς ἐπαινουμένους οὐδὲ τῇ δόξῃ τῆς δικαιοσύνης εἰς ἐξου- σίαν ἀδικίας χρῆσθαι· ἐμοὶ δ’ ἂν τοσαύτας γραφὰς
ἐχαρίσασθε; τίνα πειθὼ καὶ σειρῆνα καινὴν ἀνευρόντι ᾗ κατέθελξα δικάζοντας ὑμᾶς μόνος ἐγρηγορότας ἀεί, προνοοῦντας τὰ λεχθησόμενα, πολλὰ καὶ τῶν οὐκ εἰρη- μένων τῇ κατηγορίᾳ κατατιθέντας, οὔτε συνετώτερος ἐγὼ Θεμιστοκλέους οὔτε πιθανώτερος Περικλέους οὔτε
σοφώτερος Σωκράτους οὔτε δεινότερος Καλλιστράτου, ὧν ἀπάντων ἐκρατήσατε.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.