πάτησε τοὺς δεινούς, καὶ πάντας ἀνθρώπους παρήγαγε ῥᾳδίως· πρὸς δὲ | τὸ δικαστήριον οὐδὲν ἔργον 1 αὐτῷ τῆς συνέσεως ἴσχυσεν. οὐκ ἔτυχε συγγνώμης οὐ μετ’ Εὔβοιαν Περικλῆς, οὐ μετὰ Ναύπακτον Φορμίων, οὐ μετὰ Λέσβον Πάχης, οὐ μετὰ Ἀργινούσας οἱ δέκα,
ὧν ἐπὶ μιᾶς ἡμέρας θάνατον κατεψηφίσασθε. οὐ Σω- κράτης παρήγαγε τῷ λόγῳ τοὺς δικάζοντας, οὐ Θρασύ- βουλος ὁ ἀποδοὺς τὴν δημοκρατίαν καὶ τὰ δικαστή- ρια, οὐ τὰ τελευταῖα, Καλλίστρατος, ὅν ὑπερβάλλοντα δεινότητι τοὺς ῥήτορας αὐτοῖς λόγοις φυγάδα ἀπεστεί-
λατε. ὧν καὶ Κέφαλος ἐνίων ἐμέμνητο, ὥσπερ οὐχ ὑπὲρ ἐμοῦ σεμνολογούμενος.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.