σωτηρίαν τὸ μὴ κριθῆναι δοκεῖν, ἐπεὶ τοῖς ἀδικοῦσι μὲν ἀγαθὸν ἀνελέγκτοις μένειν, τοῖς δὲ χρηστοῖς ἀτύχημα τὸ λανθάνειν, καὶ θαρροῦσιν οἱ μὲν τῷ συνειδότι καὶ ταῖς ἀποδείξεσιν, οἱ δὲ κακοῦργοι τῷ λανθάνειν.
κακίστων ἁπλῶς αὐτοῦ λέγοντος ἠκούσατε. εἶτα παρὰ μὲν τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις ἄριστοι δικάζειν καὶ νομοθετεῖν πρὸ τοῦ πεπίστευσθε, Κέφαλος δὲ παρα- νοίας αἱρεῖ τὰ δικαστήρια, ἐν οἷς οὔτε διώκων ἡττηθεὶς 2 3 4 οὔτε φεύγων ἁλοὺς οὐδεὶς ᾐτιάσατο τὰ ἐγνωσμένα. καὶ οἱ μὲν ἑλεῖν οὐ δυνηθέντες σιωπῶσιν, οὗτος δὲ ὑπὲρ ὧν ἕτεροι γραψάμενοί με ἡττῶντο ἀγανακτεῖ. καί, ὡς ἔοικε, θεοὶ μὲν ἡττηθέντες ἔστερξαν αὐτίκα τὰς
ψήφους, Κεφάλῳ δὲ μόνῳ δοκεῖτε τὰ δίκαια μὴ δι- αιρεῖν ἀκριβῶς, κἂν μὴ δῶτε τὴν δωρεὰν ἐκ δικαστη- ρίου, φησὶν ὑμᾶς δικάζειν κακῶς.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.