καστάς· εἰ δέ, ὁσαχοῦ κέκριμαι, πανταχοῦ καὶ ἑκαστα- χοῦ νικῶ, καθαρὰ τῆς ἀρετῆς ἡ κρίσις. εἰς μὲν ἅπαξ καὶ παρ’ ἕνα καιρὸν ἰσχυρὸν ἀπάτη καὶ τέχνη, ὁ χρόνος δὲ φωρᾷ τὴν ἀλήθειαν. καὶ οὐδ’ ἂν οἱ πάν- των ἀνοητότατοι δὶς περὶ τὸν αὐτόν, οὐχ ὅπως Ἀθη-
ναίοι, σφαλῆναι δύναιντ’ ἄν, ἐμοὶ δὲ καὶ φιλονεικό- τερον προσεφέροντο τῷ πολλάκις ἤδη κεκρατηκέναι, οἱ κατήγοροι μὲν ἀναμάχεσθαι πειρώμενοι καὶ μόνος λέγοντες ἡμᾶς οὗτος ἀεὶ διαφεύξεται; οἱ δικασταὶ δὲ παρατεταγμένοι πρὸς τοὺς λόγους τοὺς ἐμοὺς
καὶ μέχρι τίνος τοῦτον ἀφήσομεν; ἀλλ’ οὐδὲ σκιὰν εὗρον αἰτίας εἰς ἐμέ.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.