ἡμέραν ἢ ἐν ἀδείᾳ δικῶν εἶναι; ἔστι δὲ τοῦτο μὲν εὐτυχία τὸ τοὺς συκοφάντας λαθεῖν οὐκ εἰς δόξαν οὐδὲ τιμῆς λόγον, πολλοῦ γε καὶ δεῖ, <εἰς> δὲ καὶ ῥᾳθυμίαν καὶ τὸ μὴ δεῖσαι, αἱ δωρεαὶ δὲ τῶν 1 2 3 ἐπιπόνων εἰσίν, οὐ μετὰ ῥᾳστώνης βίου, καὶ κινδύνων καὶ φόβου παραμυθία τοῖς ἐκφεύγουσιν, ἐπεὶ καὶ τοὺς πολεμικοὺς κινδύνους πρὶν γενέσθαι μὲν ἅπας τις ἂν ἀπεύξαιτο, γενομένων δὲ τιμῶνται οἱ κατορθοῦντες, καὶ τὰ πολλὰ φευκτὰ μὲν πρὸ τῆς πείρας διὰ τὴν ἄδηλον
τύχην, ζηλωτὰ δέ, ὅταν κρατήσῃ τοῦ τέλους.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.