κατηγορηθέντα ἄκριτον, οὐκ ἀναίτιον εἴποι τις ἂν οὐδ’ ἀνεύθυνον, ἀλλ’ ὑπεύθυνον ἐπὶ παντὸς βίου. ὅπου γ’ οὖν, ἐφ’ ᾧ μὲν οὗτος ἀγάλλεται, τὸ δοκεῖν αἰτίας ἀπάσης ἐκτὸς εἶναι, τούτῳ μὲν ἄδηλον εἰ καί τινος αἰτίας ὑπούσης οὐ τετύχηκε κατηγόρου, ἐμοὶ δὲ
κρίσεσι πολλαῖς κεκύρωται, τὸ δὲ κριθέντα ἐκφυγεῖν τούτῳ μὲν οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἅπαξ, ἐμοὶ δὲ καὶ πολλάκις, ᾧ δὴ τὸ συναμφότερον, οὐχ ᾧ θάτερον ὑπάρχει, τούτῳ προσήκει κρατεῖν.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.