καὶ τρὶς ἐψηφίσαντο. ἐγὼ μὲν οὖν εἰ καὶ ἴσας πρὸς ἴσας <τὰς μὲν> ἐνίκων, τὰς δὲ ἐνικώμην, ἀντίπαλος τᾷ μήτε ἡττημένῳ μήτε νενικηκότι ἴσως τῆς ἐπ’ ἄμφω μετασχὼν τύχης πρὸς τὸν οὐδετέρας πεπειραμένον· νῦν δὲ τὸ μὲν οὐδέποτε ἡττῆσθαι [καὶ] ἐμοὶ περίεστι,
τούτῳ δὲ ὅπερ ἐμοὶ πολλάκις οὐδ’ ἅπαξ ὑπῆρξε, τὸ νενικηκέναι. οὐδὲ γὰρ αἰτιαθῆναί φησι. τοῦτο μὲν δὴ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἄν τις ἴδοι συμβεβηκός. αὐτίκα οἱ κατὰ δήμους οἰκοῦντες οὐδὲ εἶδον ἔνιοι τὸ δικαστήριον καὶ οὐ κατίασιν ἐκ τῶν ἀγρῶν αἰτήσοντες
γέρας τοῦ λαθραίου βίου. γραφὰς δὲ ὀλίγας φυγὼν πάσας ἀπέφυγέ τις, ὅς οὐδ’ ἐν μέρει τὰ μὲν ἐνίκα, τὰ δὲ ἡττᾶτο;
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.