δοκία καὶ τὰ τοιαῦτα, τῷ μηδενὶ τούτων ἐνόχῳ φα- νέντι πρὸς εὐφημίαν περιίσταται, καὶ συμβαίνει τοὺς κατηγόρους ἐπαινέτας ἀναφαίνεσθαι καὶ μὴ βουλομέ- νους ὧν κατηγόρησαν <μέν> ἐξελέγξαι δὲ οὐχ οἶοί ἐγένοντο. αὐτοὶ γὰρ ἐπέδειξαν ἀγαθοὺς <οὓς>
ἠδυνήθησαν θέλοντες ἐλέγξαι πονηρούς. καὶ οἷς οὐδὲ ψευδομαρτυριῶν ἄν τις ἐπισκῆψαι δύναιτο, τούτοις ἄκοντες οἱ ἐχθροὶ ἀρετὴν μαρτυροῦσι. καὶ παράπαν 1 2 εἰπεῖν, ᾠκοδόμηται τὰ δικαστήρια τοῖς πονηροῖς μὲν ἐναλίσκεσθαι, τοῖς δὲ ἀγαθοῖς ἐνεπιδείκνυσθαι. ὅπου γὰρ τῆς κακίας, ἐκεῖ καὶ τῆς ἀρετῆς ἡ κρίσις, ὡς τὸ αὐτὸ θέατρον ἀμουσίας τε καὶ μουσικῆς. καὶ τῶν ἐναντίων οἱ αὐτοὶ κάθηνται κριταί. μιᾶς γὰρ ἄμφω
τέχνης εἰδέναι, καὶ οἱ δικασταὶ μίαν ἔχοντες ἐμπειρίαν ἀγαθοῦ καὶ πονηροῦ βίου οὓς μὲν ἂν φλαύρους ὑπο- νοήσωσι, ζημίαν ἐπιβάλλουσι τούτοις, τοὺς δὲ νικῶν- τας ἐπὶ τὰς τιμὰς προπέμπουσι, τοὺς δὲ οὐκ ἐξετα- σθέντας οὔτε κολάζουσιν οὔτε τιμῶσιν.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.