τοῖς | νόμοις ἅπασι δοκεῖ μηδένα ἐᾶν ἄκριτον. καὶ 1 πρῶτον μὲν περὶ τοῦ γένους εἰς κρίσιν ἅπαντας τοὺς πολίτας ἄγουσι, καὶ οὓς οὐδεὶς ξενίας ἐγράψατο, κατὰ δήμους ποιοῦντες ἀγορὰς καὶ διαψηφίσεις, ὅστις ἀστὸς ἢ παρέγγραπτος. καὶ τὴν δοκιμασίαν ταύτην ὑπομέ-
νοῦσι, κἂν εὐπατριδῶν τις ᾖ κἂν Ἐτεοβουτάδης κἂν Εὐμολπίδης κἂν ἐστρατηγηκώς. τῆς μὲν οὖν κοινῆς πολιτείας ἄνευ διαψηφίσεων οὐδενὶ μέτεστι, δωρεὰν δὲ τὴν μεγίστην οἴσεται οὐ διαψηφισθεὶς εἰ γνήσιός ἐστι τοῦ τῆς ἀρετῆς ὀνόματος ἢ νόθος καὶ ὑποβολι-
μαῖος ἐν ἀλλοτρίᾳ δόξῃ πολιτεύεται;
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.