καὶ ψῆφον εἰληφὼς ὧς φιλόπολις καὶ δικαιότατος ἀν- θρώπων καὶ σωφροσύνῃ διαφέρων ἐκάκιζέ μου τὰς ἀφέσεις ὧς ἀποφυγὰς ὀνειδίζων, εἰκότως ἀμείνων ἂν ἔφασκεν εἶναι τοῦ μὴ πονηροῦ κριθέντος, ἀγαθὸς γνωσθεὶς δηλαδή· εἰ δ’ ἐγὼ μὲν <μεγάλας> εὐθύνας
ὑπέσχηκα τῶν βεβιωμένων, οὗτος δὲ οὐδὲ μικράν, ἐμοὶ μέν, εἰ μηδὲν ἄλλο, τό γε μηδὲν ἠδικηκέναι δέδοται· σὺ δ᾿ οὐχ ὅπως ἀγαθὸς ὤν, ἀλλ’ οὐδ’ ὡς οὐκ εἶ πο- νηρὸς ἔγνωσαι. τί οὖν τὰ σοφά σοι ταῦτα· οὐ κέκρι- σαι δίκαιος, ὅτι μὴ κλέπτης, οὐδ’ ὅτι μὴ παρα-
νομεῖς, ἔννομος; σὺ δὲ οὐδὲ τὴν τοῦ μὴ | παρα- 1 νομῆσαι ψῆφον εἴληφας οὐδὲ ἄλλο τῶν ἀδίκων οὐδὲν ἀφεῖσαι μὴ πεποιηκέναι. εἰ δὲ καὶ τοῦ κριθῆναι σαφῶς ἀγαθὸν τὸ μὴ πονηρὸν ἡττᾶται, τοῦ γε μὴ κάκιστον ἐγνῶσθαι τὸ μηδ’ ἀγαθὸν δόξαι πόσῳ σεμνότερόν
ἐστιν;
ποιοῦσιν εἷναι, ἀλλὰ τὰ μὲν ὄντα εἰς φῶς ἄγουσι, τὰ δ’ οὐ γεγενημένα μᾶλλον ὡς οὐ γεγένηται βεβαιοῦσι, τὴν ἄδικον δὲ βλασφημίαν εἰς τοὺς εἰπόντας αὐτοὺς τρέπουσι. τὰ ψευδῆ γὰρ ὀνείδη τοῖς εἰποῦσιν, οὐ τοῖς οὐδὲν ἀδικοῦσιν ὀνείδη γίγνεται, καθάπερ βέλος
ἰσχυροτέρῳ προσπεσὸν εἰς τὸν ἀφέντα πάλιν ἀναστρέ- φει καὶ πολλάκις ἔτρωσεν αὐτὸν τὸν βαλόντα.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.