πάντων (xcovy δικαστηρίων ἀγαθὸς εἶναι πολίτης, Κέ- φαλος δὲ μίαν οὐκ ἔχει παρασχέσθαι περὶ αὑτοῦ κρί- σιν. ὅ καὶ θαυμάζω εἰ δὶς μὲν περὶ τῶν αὐτῶν οὐκ ἔσονται δίκαι, περὶ ἐμοῦ δὲ κρίσεων ὅσων οὐδ’ ἂν εἴποι τις γεγενημένων ἔτι λόγου δεῖσθε, καὶ νόμῳ
μὲν ἀπείπατε δίκας ἀναδίκους ποιεῖν πλὴν τῶν ἐπὶ τοσαυτάκις περὶ ἐμοῦ διέγνωσται, οὐ βεβαιώσετε, καὶ τὸ πάντων ἀτοπώτατον, ὅν οὐκ ἴστε, τοῦτον ἐμοῦ βελ- τίω κρινεῖτε, οὗ τὸν τρόπον ἀεὶ καὶ καθ’ ἕκαστον
ἐπιτήδευμα σαφῶς μεμαθήκατε. τίς γὰρ τούτῳ ψῆφος ἠνέχθη ποτέ; οὐκ ἂν εἰπεῖν ἔχοι ὅς ἀκρίτῳ δόξῃ πε- 1 2 πιστευκὼς εἰς τουτὶ τὸ δικαστήριον πρῶτον ἥκει καὶ νῦν οὐδεμίαν τῶν βεβιωμένων ἐξέτασιν διδούς, ἀλλ’ ὅτι μὴ κέκριται τούτῳ μόνῳ τεθαρρηκώς.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.