οὐδὲν γοῦν ἕτερον αὐτοῦ παρὰ πάντα τὸν λόγον ἠκούετε ἔξω τοῦ λαμπροῦ σεμνολογήματος· οὐ κέκρι- μαί ποτε, οὐκ ἐξήτασμαι. βεβίωκα ἀνέγκλητος. οὐκ ἴστε με. ἐγὼ δὲ τοὺς ἐναντίους <ἂν> παρά γε τοῦ φάσκοντος ἀξίου τιμῆς εἶναι λόγους·
ἀεὶ παρ’ ὑμῖν δεδοκίμασμαι. πᾶσάν μου πεῖραν εἰλήφατε. οὐδὲν λαθραῖον οὐδὲ κρυφαῖον τῶν ἐμῶν. ἐν ἅπασι νενίκηκα τοῖς δικαστηρίοις. συνίσασί μοι τὴν ἀρετὴν οἱ δικάσαντες, οἱ μαρ- τυρήσαντες, οἱ κρινομένῳ παρεστηκότες. ταῦτ’
ἦν <τοῦ> τῷ συνειδότι πεπιστευκότος, τοὺς κατηγορήσοντας, οὐκ ἀποδιδράσκειν εἰς τὸ ἀφανές. 1 κριθέντα μὲν | γὰρ οὐχ οἷόν τε τὸν μὴ χρηστὸν λαθεῖν, μὴ κριθῆναι δὲ πολλοῖς καὶ τῶν ἀδικούντων ἐγένετο. καὶ σὺ μὲν ἄδηλον εἰ κριθεὶς ἐσώθης ἄν, ἐγὼ
δὲ πείρᾳ δέδειγμαι καθαρὸς ὧν ᾐτίαμαι. κἀγὼ μὲν ἐν φωτὶ πολλῷ, τὰ δὲ σὰ σκοτεινά, ἀμάρτυρα, ὁποῖαπερ ἂν αὐτὸς ταῦτα βούλῃ λέγειν οἷς ἔλεγχος οὐδεὶς ἔπεστιν.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.