μένους αὑτῶν ἀμείνω δοκεῖν οὐ διαφεύξεται· τὸ μὲν γὰρ κακονοίᾳ τὰς γραφὰς ἐνστήσασθαι μισῶ δικαίως, τοῦ δὲ ἀποβάντος ὀλίγου δέω καὶ χάριν αὐτοῖς εἰδέ- ναι, ὅτι μοι τὴν ἀρετὴν οὐκ ἀνέλεγκτον οὐδὲ ἀμφισ- 1 2 βητήσιμον οὐδὲ τῷ μὲν οὕτως, τῷ δὲ ἐκείνως ὑπολαβεῖν ἀπολελοίπασι, πάσας δὲ βασάνους προσαγαγόντες 3 ἀναμάρτητον καὶ τοὐναντίον ἢ ἐζήτουν ἀποδεδείχασιν οὐκ ἐν τοῖς πολιτικοῖς, οὐκ ἐν τοῖς ἰδίοις ἐξελέγξαι δυνηθέντες, ἀλλ’ ἡττηθέντες ἐν ἅπασι τῆς ἀληθείας.
καὶ οὔτε ῥήτορος δεινότης οὔτε συκοφάντου θράσος, οὐ ψευδολογία μάρτυρος, οὐ δικαστοῦ φόβος, οὐ cpf)- μ- λογοποιούμεναι κρείττους ἐγένοντο τῆς ἐμῆς πολι- τείας, κέκριμαι δὲ ἐν πᾶσιν ἀεὶ καλῶς βεβιωκέναι.
Declamatio 16. Libanius. ed. Richard Foerster. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.